Σάββατο, 8 Οκτωβρίου 2016

Σιμωνίδης ο Κείος







                                                                   Κροίσος

      



οὔτις ἄνευ θεῶν  
ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βροτός. 
θεὸς ὁ πάμμητις· ἀπή- 
μαντον  δ᾽ οὐδέν ἐστιν ἐν αὐτοῖς. 

απ. 526






βωμὸς δ᾽ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δ᾽ οἶκτος ἔπαινος·
ἐντάφιον δὲ τοιοῦτον οὔτ᾽ εὐρὼς

 οὔθ᾽ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.

απ. 531


















ὅτε λάρνακι
ἐν δαιδαλέαι
ἄνεμός τε …μην… πνέων
κινηθεῖσά τε λίμνα δείματι
ἔρειπεν͵ οὐκ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
εἶπέν τ΄· ὦ τέκος οἷον ἔχω πόνον·
σὺ δ΄ ἀωτεῖς͵ γαλαθηνῶι
δ΄ ἤθεϊ κνοώσσεις
ἐν ἀτερπέι δούρατι χαλκεογόμφωι
<τῶι>δε νυκτιλαμπεῖ͵
κυανέωι δνόφωι ταθείς·
ἄχναν δ΄ ὕπερθε τεᾶν κομᾶν
βαθεῖαν παριόντος
κύματος οὐκ ἀλέγεις͵ οὐδ΄ ἀνέμου
φθόγγον͵ πορφυρέαι
κείμενος ἐν χλανίδι͵ πρόσωπον καλόν.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν͵
καί κεν ἐμῶν ῥημάτων
λεπτὸν ὑπεῖχες οὖας.
κέλομαι δ΄͵ εὗδε βρέφος͵
εὑδέτω δὲ πόντος͵ εὑδέτω δ΄ ἄμετρον κακόν·
μεταβουλία δέ τις φανείη͵
Ζεῦ πάτερ͵ ἐκ σέο·
ὅττι δὲ θαρσαλέον ἔπος εὔχομαι
ἢ νόσφι δίκας͵
σύγγνωθί μοι



"Δανάη"





Σιμωνίδης ο Κείος